Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ].
<<Joseph. BJ 7.42 Joseph. BJ 7.47 (English) >>Joseph. BJ 7.53

7.45τὸν αὐτὸν δὲ τρόπον καὶ τῶν μετὰ ταῦτα βασιλέων αὐτοῖς προσφερομένων εἴς τε πλῆθος ἐπέδωκαν καὶ τῇ κατασκευῇ καὶ τῇ πολυτελείᾳ τῶν ἀναθημάτων τὸ ἱερὸν ἐξελάμπρυναν, ἀεί τε προσαγόμενοι ταῖς θρησκείαις πολὺ πλῆθος Ἑλλήνων, κἀκείνους τρόπῳ τινὶ μοῖραν αὐτῶν πεποίηντο. 7.46καθʼ ὃν δὲ καιρὸν πόλεμος ἀνακεκήρυκτο, νεωστὶ δʼ εἰς τὴν Συρίαν Οὐεσπασιανὸς καταπεπλεύκει, τὸ δὲ κατὰ τῶν Ἰουδαίων παρὰ πᾶσιν ἤκμαζε μῖσος, 7.47τότε δή τις Ἀντίοχος εἷς ἐξ αὐτῶν τὰ μάλιστα διὰ τὸν πατέρα τιμώμενος, ἦν γὰρ ἄρχων τῶν ἐπʼ Ἀντιοχείας Ἰουδαίων, τοῦ δήμου τῶν Ἀντιοχέων ἐκκλησιάζοντος εἰς τὸ θέατρον παρελθὼν τόν τε πατέρα τὸν αὐτοῦ καὶ τοὺς ἄλλους ἐνεδείκνυτο κατηγορῶν, ὅτι νυκτὶ μιᾷ καταπρῆσαι τὴν πόλιν ἅπασαν διεγνώκεισαν, καὶ παρεδίδου ξένους Ἰουδαίους τινὰς ὡς κεκοινωνηκότας τῶν βεβουλευμένων. 7.48ταῦτα ἀκούων δῆμος τὴν ὀργὴν οὐ κατεῖχεν, ἀλλʼ ἐπὶ μὲν τοὺς παραδοθέντας πῦρ εὐθὺς ἐκέλευον κομίζειν, καὶ παραχρῆμα πάντες ἐπὶ

-- --

τοῦ θεάτρου κατεφλέγησαν, 7.49ἐπὶ δὲ τὸ πλῆθος ὥρμητο τῶν Ἰουδαίων ἐν τῷ τάχιον ἐκείνους τιμωρίᾳ περιβαλεῖν τὴν αὐτῶν πατρίδα σώζειν νομίζοντες. 7.50Ἀντίοχος δὲ προσεπέτεινε τὴν ὀργήν, περὶ μὲν τῆς αὐτοῦ μεταβολῆς καὶ τοῦ μεμισηκέναι τὰ τῶν Ἰουδαίων ἔθη τεκμήριον ἐμπαρέχειν οἰόμενος τὸ ἐπιθύειν ὥσπερ νόμος ἐστὶ τοῖς Ἕλλησιν·



Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ].
<<Joseph. BJ 7.42 Joseph. BJ 7.47 (English) >>Joseph. BJ 7.53

Powered by PhiloLogic